Weitere ähnliche Inhalte
Ähnlich wie ΔΙΔΑΣΚΑΛΟΣ (20)
Kürzlich hochgeladen (20)
ΔΙΔΑΣΚΑΛΟΣ
- 1. ΔΙΔΑΣΚΑΛΟΣ
ΚΑΙ ΤΑ ΤΟΥ
ΔΙΔΑΣΚΑΛΕΙΟΥ
Texto basado en el método de W.H.D. Rouse, A Greek Boy at home.
Ana Mª Ovando
- 2. οὐκ ἔχομεν ἡμεῖς, ὥσπερ καὶ ὑμεῖς,
οἶκον μέγιστον ἐν ᾧ διδάσκουσι
πολλοὶ διδάσκαλοι·
παρ᾽ ὑμῖν γάρ ἐστιν
οἶκος ὃς πολλὰ ἔχει
δωμάτια,
ἄλλα μὲν μεγάλα,
ἄλλα δὲ μικρότερα·
- 3. ἐμοὶ δ’ ἐστὶ
παιδαγωγὸς
μέν, ὃς
δοῦλός ἐστι,
καὶ ἄγει με εἰς
τὴν κώμην
παρὰ τὸν
διδάσκαλον·
- 4. διδάσκει δ’ ὁ
διδάσκαλος
ἢ ἐν τῇ ἑαυτοῦ
οἰκιᾷ
ἢ ἐν τῇ αὐλῇ,
ἢ ὑπὸ τῶν
δένδρων ἔξω.
- 7. ἆρ᾽ ἀγνοεῖς, ποῖα τινὰ ἐστὶ τὰ
πινάκια ἡμῶν; λέγω δή. ξύλινα
μέν ἐστι ταῦτα τὰ λελευκώμενα
πινάκια, ἐφ᾽ οἷς γράφομεν τοῖς
στύλοις·
- 8. καὶ μετὰ ταῦτα λεαίνομεν τὴν
μάλθαν, καὶ λεία ἐστὶν ἤδη· ὥστε
γράφομεν πολλάκις ἐν τῇ αὐτῇ μάλθῃ·
οὕτως οὐ δεῖ ἡμῖν πολλῶν πινακίων,
τὰ δὲ αὐτὰ πινάκια ἱκανά ἐστιν.
- 9. γράφομεν δὲ καλῶς· οὐ
γὰρ ἐθέλομεν πληγὰς
λαμβάνειν. καὶ γὰρ ἔχει
ξύλον ὁ διδάσκαλος, ᾧ
παίει ἡμᾶς ἐνίοτε· ἀλλ’οὐ
πολλάκις παίει τὰ παιδία
τῷ ξύλῳ, ἐπεὶ εὔκολός
ἐστιν. οἱ δὲ δύσκολοι
διδάσκαλοι πολλάκις
παίουσι τὰ παιδία, ἐν ᾧ
χρόνῳ διδάσκουσιν.
- 10. πρὸς δὲ τούτοις μανθάνομεν
ἀναγιγνώσκειν τὰ τῶν ποιητῶν,
καὶ δὴ καὶ ἐκμανθάνομεν,
ὥστε λέγειν
ἄνευ πινακίου
καὶ ἄνευ βιβλίου.
- 11. ποιητῶν τοι ὁ
μέγιστός ἐστιν Ὅμηρος,
μανθάνομεν δὲ ἀναγιγνώσκειν
τὰ τοῦ Ὁμήρου, καὶ τὰ Ἰλιακὰ καὶ
τὴν Ὀδυσσείαν.
- 12. μαθηταί ἐσμεν
καλοί, καὶ
μανθάνομεν εὖ, ἐπεὶ
οὕτως εὔκολός ἐστιν
ὁ διδάσκαλος· ὁ δὲ
σοφώτατός τίς ἐστι,
καὶ δυνατός ἐστι
λέγειν πάντα τα
Ὁμηρικὰ ἄνευ
βιβλίου.
- 13. Crédito de las imágenes ajenas, publicadas bajo
licencia CC:
Sebastià Giralt
Mary Harrsch
Bart Mertens
Isabel Buesa